Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.179 Dem. 19.182 (English) >>Dem. 19.185

19.181ἀλλʼ ἔτι γὰρ τότʼ, ἄνδρες Ἀθηναῖοι, ἐκ λογισμοῦ τὰ δείνʼ ἐφυλάττεσθʼ ὑμεῖς καὶ προεωρᾶσθε· νῦν δʼ τι ἂν μὴ καθʼ ἡμέραν ὑμᾶς ἐνοχλῇ καὶ παρὸν λυπῇ, παρορᾶτε, εἶτα τὴν ἄλλως ἐνταῦθα ψηφίζεσθε, “ἀποδοῦναι δὲ καὶ Κερσοβλέπτῃ Φίλιππον τοὺς ὅρκους,” “μὴ μετέχειν δὲ τῶν ἐν Ἀμφικτύοσιν,” “ἐπανορθώσασθαι δὲ τὴν εἰρήνην.” καίτοι τούτων οὐδενὸς ἂν τῶν ψηφισμάτων ἔδει, εἰ πλεῖν οὗτος ἤθελεν καὶ τὰ προσήκοντα ποιεῖν· νῦν δʼ μὲν ἦν πλεύσασι σῶσαι, βαδίζειν κελεύων ἀπολώλεκεν, δʼ εἰποῦσι τἀληθῆ, ψευδόμενος.

19.182ἀγανακτήσει τοίνυν αὐτίκα δὴ μάλα, ὡς ἐγὼ πυνθάνομαι, εἰ μόνος τῶν ἐν τῷ δήμῳ λεγόντων λόγων εὐθύνας ὑφέξει. ἐγὼ δʼ ὅτι μὲν πάντες ἂν εἰκότως ὧν λέγουσι δίκην ὑπέχοιεν, εἴπερ ἐπʼ ἀργυρίῳ τι λέγοιεν, παραλείψω, ἀλλʼ ἐκεῖνο λέγω· εἰ μὲν Αἰσχίνης ἰδιώτης ὢν ἀπελήρησέ τι καὶ διήμαρτε, μὴ σφόδρʼ ἀκριβολογήσησθε, ἐάσατε, συγγνώμην ἔχετε· εἰ δὲ πρεσβευτὴς ὢν ἐπὶ χρήμασιν ἐπίτηδες ἐξηπάτηκεν ὑμᾶς, μὴ ἀφῆτε, μηδʼ ἀνάσχησθʼ ὡς οὐ δεῖ δίκην ὧν εἶπεν ὑποσχεῖν. 19.183τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδʼ ὁπλιτῶν οὐδʼ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτʼ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δʼ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.179 Dem. 19.182 (English) >>Dem. 19.185

Powered by PhiloLogic